# Physiognomonica 47-57

Adamantius Judaeus, Physiognomonica, 47 to 57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/47

Τὸν δὲ ἀναίσθητον τοιοῦτον εἶναι πρέπει· λευκὸν πάνυ〉ἢ μέλανα πάνυ〉, σαρκώδη, προγάστορα, παχυσκελῆ, τὰ δὲ ἄρθρα μικρὰ συνδεδεμένα, κλεῖδας συμπεφυκυίας, τράχηλον κολοβὸν παχύν, ἄκρα ἀτελῆ, παρειὰς σαρκώδεις, μέτωπον στρογγύλον, βλέμμα κωφὸν ἀχανές. Ἀναίσχυντον δὲ ἄνδρα οὕτω χρὴ πεφυκέναι· ὀφθαλμοὶ ἀνεπτυγμένοι λαμπροί, βλέφαρα ἀναπεπε- τασμένα παχέα, παχύπους, παχύρριν, ἀντίον ὁρῶν, ἄνω τείνων ἑαυτόν, πυρρὸς τὴν χροιάν, τὴν φωνὴν ὀξύς. δὲ κόσμιος βαρὺ φθέγγεται, βραδὺ βαίνει, τὰ βλέφαρα κινεῖ μέσως, οὔτε συνεχῶς οὔτε διὰ χρόνου, χαροπὸς οὐ λαμπρόν, ὑγρὸν δὲ ὁρῶν, ἐρυθήματος ὑπό- πλεώς ἐστιν. Σημεῖα εὐθύμου· μέτωπον σαρκῶδες λεῖον χθαμαλὸν καὶ τὸ πᾶν πρόσωπον σαρκωδέστερον, τὸ εἶδος ὑπνηλόν, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς, οὐ δεδορ- κότες, κίνησις σχολαία, φωνὴ ἠπία. Πρόσωπον ἀνιαροῦ ἰσχνόν, μέτωπον ῥυσσόν, ὀφρύες ἀπεστραμμέναι, βλέφαρα ἐντεταμένα, κινεῖται δὲ ὥσπερ οἱ ὑπέρινοι. Ὁ δὲ ἀνδρόγυνος ὑγρὸν βλέπει καὶ ἰταμόν, καὶ δονεῖται τὰ ὄμματα καὶ περιτρέχει, μέτωπον σπᾷ καὶ παρειάς, αἱ ὀφρύες〉οὐ〉 μένουσι κατὰ χώραν, τράχη- λος κέκλιται, ὀσφὺς οὐκ ἀτρεμεῖ, κινεῖται πάντα τὰ μέλη, καὶ ἐπιθρώσκει, ἁλματίας ἐστί, γονύκροτος, χει- ρῶν φοραὶ ὕπτιαι, περιβλέπει ἑαυτόν, φωνὴ λεπτὴ ἐπικλάζουσα λιγυρὰ σχολαία πάνυ. Πικρὸν δὲ ἄνδρα χρὴ σεσηρέναι, ὕπωχρον εἶναι, τραχὺ καὶ ξηρὸν βλέπειν, μέτωπον〉ἔχειν〉 ῥυσσόν, φθέγγεσθαι σφοδρόν, ἀσθμαίνειν, χεῖρας συγκροτεῖν ἢ ἀνατρίβειν πολλάκις, πόδας ἐπιρρήσσειν. Ὁ δὲ πρᾶος ὧδὲ πέφυκε· καρτερὸς τὸ πᾶν εἶδος, εὔσαρκος σαρκὶ ὑγρᾷ μαλθακῇ, τοῖς μέλεσι σύμμετρος, τὸ βλέμμα εὐσταθές, βραδυκίνητος, σχολαία φωνὴ μα- λακή, τῶν τριχῶν ὁ περίδρομος ἄνω θρώσκων. Ὁ δὲ εἴρων καὶ παλίμβουλος τὰ ἀμφὶ τοὺς ὀφθαλμοὺς λαγαρὰ ἐχέτω, τὸ βλέμμα ὑπόκομψον, φω- νὴν ὑφειμένην, βαινέτω εὔστροφον καὶ κινείσθω πάντη εὐρύθμως. Τὸν δὲ φιλάργυρον ἄνδρα τοιόνδε εἶναι λέγε· μικρομελῆ, μικρόμματον, μικροπρόσωπον, ταχυβάδιστον, ἐγκεκυφότα, ταχύφωνον, ὀξυβόην, τὴν χροιὰν ὑποφοι- νίδδοντα. Δασὺς ἀνὴρ θριξὶν ἰθυτενέσι μελαίναις, δα- σεῖαν τὴν ὑπήνην ἔχων, κροτάφους δασεῖς, ὄμμα λι- παρὸν καὶ στίλβον καὶ ἀμαρύσσον. ὁ τοιοῦτος φιλό- κυβος, φιλορχηστής, φίλοινος.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
