# Physiognomonica 5-2-7

Adamantius Judaeus, Physiognomonica, 5 to 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/5-2

Ὁπόσοι δακτύλους ἔχουσι συμφυεῖς, ὑώδεις καὶ μιαροί εἰσιν· εἰ δὲ συνεστραμμένους ἔχοιεν, πανοῦργοι, κακοήθεις, φιλοχρήματοι. μικροὶ δὲ πάνυ ὄντες καὶ λεπτοὶ ἀνοητοτέρους δηλοῦσι. δάκτυλοι κολοβοὶ καὶ παχεῖς τολμητήν, ἀπρονόητον, θηριώδη, καὶ οἱ πάνυ μακροὶ καὶ λεπτοὶ ἀνοητότερον, 〈 ὑποχαυνότερον καὶ φλυαρότερον,〉, οἱ δὲ εὖ μεγέθους καὶ συμμετρίας ἔχοντες ἄριστοι. Πέδες νευρώδεις ἀρθρώδεις γενναῖα ἤθη 〈καὶ〉 ἀνδρεῖα, ἀπαλοὶ δὲ καὶ σαρκωδέστεροι μαλακώτερα καὶ... τὰ ἤθη παρέχονται. πόδες κολοβοὶ καὶ παχεῖς θηριώ- δους φύσεως σημεῖον , οἱ δὲ μακροὶ πάνυ πολυ- πράγμονος, κακομηχάνου, οἱ δὲ μικροὶ 〈καὶ λεπτοὶ〉 πανούργου. πόδες κυρτοὶ κάτωθεν κοῖλοι κακοί· ὁμοίως καὶ οἱ τὰ κάτω ὁμαλὰ ἔχοντες καὶ ὡς τοῖς σφυροῖς βαίνοντες πανοῦργοι. Σφυρὰ διηκριβωμένα 〈στερεὰ〉 γενναίου ἀνδρός, τὰ δὲ μαλακὰ καὶ λεῖα ἀνανδροτέρου, λεπτὰ δὲ πάνυ δειλοῦ καὶ ἀκολάστου. παχέα δὲ σφυρὰ καὶ πτέρνας παχείας καὶ πόδας σαρκώδεις καὶ κολοβοὺς δακτύλους καὶ κνήμας παχείας ὅσοι φοροῦσιν, ὡς ἐπὶ τὸ πλεῖστον μωραίνουσιν ἢ μεμήνασι.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
