# Physiognomonica 5

Adamantius Judaeus, Physiognomonica, ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/5

Ὀφθαλμοὶ ὑγροὶ λάμποντες ὡς λιβάδες ἤθη χρηστὰ φαίνουσι· παίδων 〈γὰρ〉 ὀφθαλμοὶ τοιοῦτοι. εὐρύτης κορῶν ἠλίθιον , μικρότης δὲ κακομηχανίαν κατηγορεῖ, ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ζώοις ὄφεις μὲν καὶ ἰχνεύμονες πίθηκοί 〈τε〉 καὶ ἀλώπεκες καὶ ὅσα ἄλλα κακομήχανα λεπτὸν δέδορκε, πρόβατα δὲ καὶ βόες καὶ ὅσα εὐήθη πλατὺ δέδορκεν. ὅσα δὲ φρενῶν εὖ ἔχει, τούτων αἱ κόραι κατὰ λόγον τῶν ὀφθαλμῶν εἰσιν. ὅσοι δὲ ἀνίσους τοὺς τροχοὺς τῶν κορῶν ἔχουσιν, ἀθέμιτοι, οἱ δὲ ἴσους ἔχοντες φίλοι δίκης. καὶ οἱ περιδεδινημένους ταῖς κόραις τοὺς κύκλους ἔχοντες καθάπερ ἐλαυνομένους ἀθέμιτοι. εἰ δὲ 〈πρὸς〉 τὸ ση- μεῖον τοῦτο ἐφίζοιτο αὐτῶν τῷ μετώπῳ οἷον νέφη χλωρὰ ἢ κυανᾶ ἢ ἑτερόχροα ἢ ἀχλυώδη ὑπὲρ τῶν ὐφρύων φανταζόμενα, τούτων εἰς τὰ οἰκεῖα δαίμων κατασκήψας παντοίαις ἄταις αὐτοὺς ἐλαύνει. εἰ δὲ τὰ μὲν νέφη μὴ ἐφίζοιτο ταῖς ὀφρύσιν, οἱ δὲ κύκλοι τὰς κόρας περιθέοιεν, δεῖ ἐπισκέψασθαι, εἰ κατὰ τὸ αὐτὸ ἀεὶ περιθέουσιν, ὅπερ ἐστὶ δεῖγμα τοῦ ἀθέμιτα αὐτοὺς ἐργάζεσθαι, ἤ τινας φόνους συγγενῶν ἢ μίξεις ἢ βρώ- σεις ἀθεμίτους καὶ Θυεστείους . . εἰ δὲ ἐν τῇ κινήσει οἱ κύκλοι ἀναστρέφονται καὶ μεταξὺ στάσιν τινὰ ἢ κίνησιν λαμβάνουσι, τούτοις δέδραται μὲν οὐδέν, καταθύμια δέ ἐστιν αὐτοῖς ἔργα ἀθέμιτα, καί ποτε μὲν ὀρέγονται τοῦ ποιῆσαι, ἄλλοτε δὲ ὑπὸ φόβου ἢ ὄκνου κωλύονται.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
