# Physiognomonica 8

Adamantius Judaeus, Physiognomonica, ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/8

Ὁπότε γλαυκοὶ ὔντες μικρὰς τὰς κόρας ἔχουσιν οἱ ὀφθαλμοί, ἀνελεύθεροι καὶ πανοῦργοι καὶ φιλοχρή- ματοι μᾶλλον ἢ ἄλλοι εὑρίσκονται. γλαυκοὶ ὀφθαλμοὶ ξηρότεροι ἄγρια καὶ ἄνομα ἤθη τίκτουσι· χολῇ γὰρ βεβαμμένοι εἰσίν, ἀλλʼ οὐ κυανῇ. οἱ δὲ κυανοῖ ἐπί- παν ὑγρότεροί εἰσι, καί εἰσιν οὗτοι πολὺ κρείσσονες τῶν ἑτέρων. ὅσοι δὲ ὑγροὶ ὄντες εὐσταθεῖς εἰσι καὶ εὐλαμπεῖς καὶ μεγάλοι, ἤθη ἄριστα ὀφθαλμῶν παρ- έχονται, θυμοειδεῖς δὲ καὶ οὗτοί εἰσιν. ὅσοι δὲ ἀσθενῆ τὰ γλαυκὰ ἔχοντες ὑπολευκότεροί εἰσιν, ἀνάλκιδες καὶ δειλοὶ πάντων μάλιστά εἰσιν ὧν εἶπον. τὰ δὲ ἄλλα ὡς τοῖς ἄλλοις σημείοις χρῶ καὶ ἐπὶ τούτων. ὀφθαλμοὶ αἰόλοι μᾶλλον γίνονται ἐν τοῖς χαροποῖς ἢ ἐν τοῖς γλαυκοῖς. τέως δὲ περὶ τῶν γλαυκῶν αἰόλων λέγω. ψεκάδες εἰσὶ κυαναῖ περὶ τὰς κόρας κατὰ μέγεθος κέγχρου, ἕτεραι δὲ ξανθαὶ ἴσαι ταῖς ἄλλαις· τούτων ἐν στοίχῳ οὐσῶν παραλλήλων ὡς ὅρμος περιθέει τὴν κόρην. οἱ τοιοῦτοι τοίνυν ὀφθαλμοὶ δολερὰ ἤθη καὶ ἐπίκλοπα μάλιστα ὀφθαλμῶν κέκτηνται, ἀγχινοίας δὲ καὶ συνέσεως ἱκανῶς αὐτοῖς μέτεστιν, ἄτολμοι δέ εἰσιν. οἷς δὲ αἰόλοι ὀφθαλμοὶ καὶ μικροί εἰσιν, οὗτοι κερδαλεώ- τεροι καὶ δουλοπρεπεῖς καὶ θῶπες τῶν ἐν δυνάμει καὶ φιλοχρήματοι καὶ πράττοντές τι κρύφα χαίρουσι κἂν εἰ μηδὲν εἴη τὸ διάφορον κρύφα ἢ ἐκ τοῦ φανεροῦ εἰπεῖν ἢ ποιῆσαι, κακά τε πάντα ἐπὶ κέρδει ποιεῖν ὀρέγονται, πλὴν ὅσα ὑπὸ δειλίας κωλύονται· ἀνάλκιδες γάρ εἰσι κατὰ τοὺς λαγωούς, οἷς τὸ εἶδός ἐστι τῶν ὀφθαλμῶν ὅμοιον.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
