# Physiognomonica 9

Adamantius Judaeus, Physiognomonica, ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/9

Ὀρθὴ στάσις ὀφθαλμῶν ἀρίστη. ὀφθαλμοὶ ἄνω ἐσταλμένοι μαργοσύνης καὶ ἀποπληξίας σημεῖον ἢ νό- σου τῆς ἱερᾶς καλουμένης λαγνείας τε καὶ γαστριμαρ- γίας καὶ οἰνοφλυγίας. εἰ δὲ καὶ πρὸς τούτοις τρόμος ἐνείη, οὐ πόρρω ἥκουσιν ἐπιληψίας. εἰ δὲ ὠχροί εἰσιν, ὠμόφρονες, φιλόφονοι, μιαιφόνοι, ὑπέρυθροι δὲ μᾶλλον ὄντες καὶ μεγάλοι φιλοπόται, φιλόκυβοι, φιλογύναιοι, ἄκοσμα φθεγγόμενοι, κεκράκται, μάργοι δὲ μάλιστα. ὸφθαλμοὶ κάτω ἐστραμμένοι 〈ὡς〉 δυόμενοι τὰ αὐτὰ τοῖς ἄνω ἐστραμμένοις δηλοῦσι, περιττότερον δέ, ὅτι ἔγκοτοί εἰσι καὶ μῆνιν ἀγρίαν καὶ ἀμείλικτον ἔχουσιν. ἐὰν δὲ ὁ μὲν τῶν ὀφθαλμῶν ἄνω χωρῇ, ὁ δὲ κάτω καθέλκηται καὶ τρόμος ἐν αὐτοῖς ἐνῇ αἵ τε ὀφρύες σπῶνται καὶ 〈τὸ〉 ἆσθμα τραχὺ καὶ πυκνὸν ἀναφέρηται, οὗτος εἰς τέλος ἐλήλακεν ἐπιληψίας.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
