# Meletai 530.1

Adrianus Rhetor, Meletai, 530.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adrianus-rhetor/meletai/530.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/adrianus-rhetor/meletai/530.1

ΑΔΡΙΑΝΟΥ ἐπῄνεσα δὲ αὐτοῦ πολλάκις καὶ χεῖρας ἄκρας, ὡς λευκάς, καὶ κόμας ταύτας, ὡς ξανθὰς, καὶ ταῦτα ἄρα λέγων ἐδίδασκον ταύτην ἐρᾶν. οἶδας δὲ καὶ σὺ, βασιλεῦ, ὡς ἐστὶ ταῦτα ἀληθῆ· οὐδὲ γὰρ κατέλιπεν αὐτὸν τὸ κάλλος, οὐδὲ φοβούμενον, ἀλλ’ ἔλαμψε μὲν ὑπὸ τοῦ δέους ἡ παρειὰ, τὸ βλέμμα δὲ οὐκ ἀπήνθησεν, οὐδὲ λυπουμένου· παρέστηκε δέ σοι δεδεμένος, ἀλλ’ ἐπέπρεψεν αὐτῷ καὶ τὰ δεσμά· φθόνος σοι καταρᾶται, καὶ τῶν κακῶν ὁ κίνδυνός σε κοσμεῖ, πονηρέ, καὶ καλέ· ὀκνῶ δέσποτα λέγειν, ὅτι σήμερον καὶ καλλίων ἐγένετο· οὐκ ἐλεεῖς με, βασιλεῦ, μοιχὸν ἀνὴρ ἐπαινῶ, καὶ ταῦτα τῆς μεμοιχευμένης ἀκουούσης· φοβοῦμαι δὲ, μὴ καὶ σήμερον τὸ κάλλος αὐτῷ βοηθήσει· ἐπῄνουν αὐτὸν οὕτως· ὑπώπτευον δὲ αὐτοῦ τῶν ὀφθαλμῶν τὴν πλάνην, καὶ τὰ πολλὰ κινήματα, καὶ τὸ ἀποβλέπειν τῆς κύλικος ἔξω, καὶ τοὺς ὅρους τῶν οἰνοχόων ὑπερβαίνειν· τηρήσας δὲ εἶδον ἀμφοτέρων αὐτῶν νεύματα, τὸ μὲν παρ’ αὐτοῦ πεμπόμενον, τὸ δὲ παρ’ ἐκείνης συναντῶν, πάντα δὲ ὁμοῦ παρῆν ἐπ’ αὐτοὺς, νεότης, οἶνος, κάλλος· προσῆν δὲ τούτοις ἐγὼ τῆς μοιχείας συναγωγεὺς, ὁ τοῦ κάλλους ἑρμηνεύς· ᾤμην δὲ αὐτοὺς νουθετήσειν, τὸν μὲν ἀνυπόδετον ἐκπέμψας, τὸ δὲ πατεῖσθαι καταβαλών· ὁ δὲ, ὡς ἔοικεν, οὐκ ἠτιμάσθη πατούμενος, ἀλλ’ ἐπατήθη μᾶλλον ἐλεούμενος· καὶ γυναικῶν ἐν ὕπνοις ἡ μὲν φίλανδρος οἰκουρεῖ, ἡ δὲ φιλότεκνος ὠδίνει, ἡ δὲ ἔριθος ἐργάζεται, ἡ δὲ ἐρῶσα μοιχεύει, ἡ δ’ ἐμίγη. ἕκαστος ἡμῶν τῶν ὀνείρων ἑαυτὸν ἀναμνησάτω, τί μὲν ὀνειροπολεῖ τὰ πολλά, τί δὲ ὁρᾷ, τοξότης τόξον, ἱππότης ἵππον, βασιλεὺς θρόνον, αὕτη δὲ μοιχόν· ἑάλωκας, ὦ πανουργοτάτη γυναικῶν· ἑώρακά σε αὐτῷ μειρακίῳ

---

Adrianus Rhetor, Meletai. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003891.
