Ancient Greek
Book 1
Aelian, Ποικίλη ἱστορία 1.1
Not analysed yet
δεινοὶ κατὰ κοιλίαν εἰσὶν οἱ πολύποδες, καὶ πᾶν ὅ τι οὖν φαγεῖν ἄμαχοι. πολλάκις γοῦν οὐδὲ ἀλλήλων ἀπέχονται, ἀλλὰ τῷ μείζονι ὁ βραχύτερος ἁλοὺς καὶ ἐμπεσὼν τοῖς ἀνδρειοτέροις θηράτροις τοῖς καλουμένοις τοῦ ἰχθύος πλοκάμοις, εἶτα αὐτῷ γίνεται δεῖπνον. ἐλλοχῶσι δὲ οἱ πολύποδες καὶ τοὺς ἰχθῦς τὸν τρόπον τοῦτον. ὑπὸ ταῖς πέτραις κάθηνται, καὶ ἑαυτοὺς ἐς τὴν ἐκείνων μεταμορφοῦσι χρόαν, καὶ τοῦτο εἶναι δοκοῦσιν, ὅπερ οὖν καὶ πεφύκασιν αἱ πέτραι. οἱ τοίνυν ἰχθῦς προσνέουσιν οἱονεὶ τῇ πέτρᾳ τοῖς πολύποσιν, οἳ δὲ ἀφυλάκτους ὄντας αὐτοὺς περιβάλλουσι ταῖς ἐξ ἑαυτῶν ἄρκυσι ταῖς πλεκτάναις.