# Ποικίλη ἱστορία 1.2

Aelian, Ποικίλη ἱστορία, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/1.2

ὑφαντικὴν καὶ ὑφαίνειν, δῶρα Ἐργάνης δαίμονος, οὔτε ἴσασιν αἱ φάλαγγες οὔτε εἰδέναι βούλονται. ἢ τί ποτʼ ἂν καὶ χρήσαιτο τῷ τοιῷδε ἐσθήματι τὸ τοιοῦτον θηρίον; τὸ δὲ ἄρα πάγη καὶ οἱονεὶ κύρτος ἐστὶ τοῖς ἐμπίπτουσι. καὶ ἣ μὲν ἀρκυωρεῖ πάνυ σφόδρα ἀτρεμοῦσα, καὶ ἔοικεν ἀκινήτῳ· καὶ τὸ μὲν ἐνέπεσεν, ὅ τί ποτέ ἐστι τὸ ἐμπεσόν, ἣ δὲ ἔχει δαῖτα. τοσοῦτον δʼ ἐμπίπτει, ὅσον καὶ τὸ ὕφασμα κατέχειν δυνατόν ἐστι καὶ ἐκείνῃ δειπνεῖν ἀπόχρη.

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
