Ancient Greek · ~4 min
Book 1
Aelian, Ποικίλη ἱστορία 1.21
Not analysed yet
Ἰσμηνίου τοῦ Θηβαίου σοφὸν ἅμα καὶ Ἑλληνικὸν οὐκ ἂν ἀποκρυψαίμην ἔργον. πρεσβεύων οὗτος ὑπὲρ τῆς πατρίδος πρὸς τὸν βασιλέα τῶν Περσῶν, ἀφικετο μέν, ἐβούλετο δὲ αὐτὸς ὑπὲρ ὧν ἧκεν ἐντυχεῖν τῷ Πέρσῃ. ἔφατο οὖν πρὸς αὐτὸν ὁ χιλίαρχος ὁ καὶ τὰς ἀγγελίας ἐσκομίζων τῷ βασιλεῖ καὶ τοὺς δεομένους ἐσάγων ʽἀλλʼ, ὦ ξένε Θηβαῖἐ ʽἔλεγε δὲ ταῦτα περσίζων διʼ ἑρμηνέως, Τιθραύστης δὲ ἦν ὄνομα τῷ χιλιάρχᾠ, ʽνόμος ἐστὶν ἐπιχώριος Πέρσαις, τὸν ἐς ὀφθαλμοὺς ἐλθόντα βασιλέως μὴ πρότερον λόγου μεταλαγχάνειν πρὶν ἢ προσκυνῆσαι αὐτόν. εἰ τοίνυν αὐτὸς διʼ ἑαυτοῦ συγγενέσθαι θέλεις αὐτῷ, ὥρα σοι τὰ ἐκ τοῦ νόμου δρᾶν· εἰ δὲ μή, τὸ αὐτό σοι τοῦτο καὶ διʼ ἡμῶν ἀνυσθήσεται καὶ μὴ προσκυνήσαντι. ʼ ὁ τοίνυν Ἰσμηνίας ʽἄγε μἐ εἶπε, καὶ προσελθὼν καὶ ἐμφανὴς τῷ βασιλεῖ γενόμενος, περιελόμενος τὸν δακτύλιον ἔρριψεν ἀδήλως παρὰ τοὺς πόδας, καὶ ταχέως ἐπικύψας, ὡς δὴ προσκυνῶν, πάλιν ἀνείλετο αὐτόν· καὶ δόξαν μὲν ἀπέστειλε τῷ Πέρσῃ προσκυνήσεως, οὐ μὴν ἔδρασεν οὐδὲν τῶν ἐν τοῖς Ἕλλησιν αἰσχύνην φερόντων. πάντα οὖν ὅσα ἠβουλήθη κατεπράξατο, οὐδὲ ἠτύχησέ τι ἐκ τοῦ Πέρσου.