Ancient Greek · ~2 min
Book 1
Aelian, Ποικίλη ἱστορία 1.27
Not analysed yet
ἀδηφάγους λέγουσιν ἀνθρώπους γεγονέναι Λιτυέρσαν τὸν Φρύγα καὶ Κάμβλητα τὸν Λυδὸν καὶ Θῦν τὸν Παφλαγόνα καὶ Χαρίλαν καὶ Κλεώνυμον καὶ Πείσανδρον καὶ Χάριππον καὶ Μιθριδάτην τὸν Ποντικὸν καὶ Καλαμόδρυν τὸν Κυζικηνὸν καὶ Τιμοκρέοντα τὸν Ῥόδιον, τὸν ἀθλητὴν ἅμα καὶ ποιητήν, καὶ Καντίβαριν τὸν Πέρσην καὶ Ἐρυσίχθονα τὸν Μυρμιδόνος· ἔνθεν τοι καὶ Αἴθων ἐκλήθη οὗτος. λέγεται δὲ ἐν Σικελίᾳ Ἀδηφαγίας ἱερὸν εἶναι καὶ Σιτοῦς ἄγαλμα Δήμητρος. ὁμολογεῖ δὲ καὶ Ἀλκμὰν ὁ ποιητὴς ἑαυτὸν πολυβορώτατον γεγονέναι. καὶ Κτησίαν δέ φησί τινα Ἀναξίλας ὁ τῆς κωμῳδίας ποιητὴς πολλὰ ἐσθίειν.