# Ποικίλη ἱστορία 1.30

Aelian, Ποικίλη ἱστορία, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/1.30

Πτολεμαῖος ὁ βασιλεὺς ἐρώμενον εἶχε Γαλέτην ὄνομα, ἰδεῖν κάλλιστον. ἀμείνων δὲ ἦν ἄρα τούτῳ τῷ μειρακίῳ ἡ γνώμη τῆς μορφῆς. πολλάκις γοῦν αὐτῷ καὶ ὁ Πτολεμαῖος ἐμαρτύρει, καὶ ἔλεγεν ʽὦ ἀγαθὴ κεφαλή, κακοῦ μὲν οὐδεπώποτε οὐδενὶ γέγονας αἴτιος, πολλοῖς δὲ καὶ πολλὰ ἀγαθὰ προυξένησας.ʼ ὅ μὲν οὖν ἵππευε σὺν τῷ βασιλεῖ τὸ μειράκιον· ἰδὼν δὲ πόρρωθεν ἀγομένους τινὰς τὴν ἐπὶ θανάτῳ, οὐ ῥᾳθύμως εἶδεν, ἀλλʼ ἔφη πρὸς τὸν Πτολεμαῖον ʽὦ βασιλεῦ, ἐπεὶ κατά τινα δαίμονα τῶν ἀγομένων ἀγαθὸν ἐπὶ ἵππων ἐτύχομεν ὄντες, φέρε, εἴ σοι δοκεῖ, τὴν ἔλασιν ἐπιτείναντες καὶ συντονώτερον ἐπιδιώξαντες Διόσκοροι τοῖς δειλαίοις γενώμεθα, @σωτῆρες ἐσθλοὶ κἀγαθοὶ παραστάται, τοῦτο δὴ τὸ λεγόμενον ἐπὶ τῶν θεῶν τούτων. ὃ δὲ ὑπερησθεὶς αὐτοῦ τῇ χρηστότητι καὶ τὸ φιλοίκτιρμον ὑπερφιλήσας, καὶ ἐκείνους ἔσωσε καὶ ἐπὶ πλέον προσέθηκε τῷ φίλτρῳ τοῦ κατʼ αὐτὸν ἔρωτος.

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
