# Ποικίλη ἱστορία 1.6

Aelian, Ποικίλη ἱστορία, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/1.6

αἱ χελῶναι αἱ θαλάττιαι ἐν τῇ γῇ τίκτουσι, τεκοῦσαι δὲ παραχρῆμα κατέχωσαν ἐν τῇ γῇ τὰ ᾠά, εἶτα ὑποστρέψασαι ὀπίσω ἐς ἤθη τὰ ἑαυτῶν νήχονται. εἰσὶ δὲ ἐς τοσοῦτον λογιστικαί, ὡς ἐφʼ ἑαυτῶν ἐκλογίζεσθαι τὰς ἡμέρας τὰς τετταράκοντα, ἐν αἷς τὰ ἔκγονα αὐταῖς τῶν ᾠῶν συμπαγέντων ζῷα γίνεται. ὑποστρέψασαι οὖν αὖθις ἐς τὸν χῶρον, ἐν ᾧ κατέθεντο κρύψασαι τὰ ἑαυτῶν βρέφη, ἀνώρυξαν τὴν γῆν, ἣν ἐπέβαλον, καὶ κινουμένους ἤδη τοὺς νεοττοὺς καὶ ἕπεσθαι δυναμένους αὐταῖς ἀπάγουσιν.

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
