Ancient Greek · ~6 min
1.7 to 1.13
Aelian, Ποικίλη ἱστορία 1.7-13
Not analysed yet
ἦσαν ἄρα οἱ σῦς οἱ ἄγριοι ἰατρικῆς ἅμα καὶ θεραπείας οὐκ ἀπαίδευτοι. οὗτοι γοῦν ὅταν αὑτοὺς λαθόντες ὑοσκυάμου φάγωσι, τὰ ἐξόπισθεν ἐφέλκουσι, παρειμένως ἔχοντες ἑαυτῶν, εἶτα σπώμενοι ὅμως ἐπὶ τὰ ὕδατα παραγίνονται, καὶ ἐνταῦθα τῶν καρκίνων ἀναλέγουσι, καὶ ἐσθίουσι προθυμότατα. γίνονται δὲ αὐτοῖς οὗτοι τοῦ πάθους φάρμακον, καὶ ἐργάζονται ὑγιεῖς αὐτοὺς αὖθις. φαλάγγιον ἐλάφοις τοσοῦτόν ἐστι κακόν, ὅσον καὶ ἀνθρώποις, καὶ κινδυνεύουσιν ἀπολέσθαι διὰ ταχέων. ἐὰν μέντοι κιττοῦ γεύσωνται, ἐλύπησεν αὐτοὺς τὸ δῆγμα οὐδέν. δεῖ δὲ εἶναι τὸν κιττὸν ἄγριον. λέοντα δὲ νοσοῦντα τῶν μὲν ἄλλων οὐδὲν ὀνίνησι, φάρμακον δέ ἐστιν αὐτῷ τῆς νόσου βρωθεὶς πίθηκος. οἱ Κρῆτές εἰσι τοξεύειν ἀγαθοί, καὶ οὖν καὶ τὰς αἶγας βάλλουσιν ἐπʼ ἄκροις νεμομένας τοῖς ὄρεσιν. αἱ δὲ βληθεῖσαι παραχρῆμα τῆς δικτάμνου βοτάνης διέτραγον, καὶ ἅμα τῷ γεύσασθαι ὅλα ἐκείναις τὰ βέλη ἐκπίπτει. ἦσαν δὲ ἄρα μαντικώτατοι τῶν ζῴων καὶ μύες. γηρώσης γὰρ οἰκίας ἤδη καὶ μελλούσης κατολισθάνειν αἰσθάνονται πρῶτοι, καὶ ἀπολιπόντες τὰς μυωπίας τὰς αὑτῶν καὶ τὰς ἐξ ἀρχῆς διατριβάς, ᾗ ποδῶν ἔχουσιν ἀποδιδράσκουσι καὶ μετοικίζονται. ἔχουσι δὲ καὶ οἱ μύρμηκες, ὡς ἀκούω, μαντικῆς τινα αἴσθησιν. ὅταν γὰρ μέλλῃ λιμὸς ἔσεσθαι, δεινῶς εἰσι φιλόπονοι πρὸς τὸ θησαυρίσαι καὶ ἑαυτοῖς ἀποταμιεύσασθαι τοὺς πυροὺς καὶ τὰ λοιπὰ τῶν σπερμάτων, ὅσα μυρμήκων δεῖπνόν ἐστιν. ὁ Συρακόσιος Γέλων ὄναρ ἐβέβλητο κεραυνῷ, καὶ διὰ τοῦτο ἐβόα οὐκ ἀμυδρὸν οὐδʼ ἀσθενές, ὡς ἐν ὀνείρῳ, ἀλλʼ ἀνδρικῶς, ἅτε δεινῶς ἐκπλαγεὶς ὑπὸ τοῦ δέους. ὁ δὲ κύων, ὅσπερ οὖν αὐτῷ παρεκάθευδεν, ἐκ τῆς βοῆς διεταράχθη, καὶ περιβὰς αὐτὸν ὑλάκτει πάνυ σφόδρα ἀπειλητικὸν καὶ σύντονον. καὶ ἐκ τούτων ὁ Γέλων ἅμα τε ἀφυπνίσθη καὶ τοῦ δέους ἀφείθη.