Ancient Greek · ~2 min
Book 10
Aelian, Ποικίλη ἱστορία 10.16
Not analysed yet
ἐπεὶ ὁ Ἀντισθένης πολλοὺς προύτρεπεν ἐπὶ φιλοσοφίαν, οἳ δὲ οὐδὲν αὐτῷ προσεῖχον, τέλος ἀγανακτήσας οὐδένα προσίετο. καὶ Διογένην οὖν ἤλαυνεν ἀπὸ τῆς συνουσίας αὑτοῦ. ἐπεὶ δὲ ἦν λιπαρέστερος ὁ Διογένης καὶ ἐνέκειτο, ἐνταῦθα ἤδη καὶ τῇ βακτηρίᾳ καθίξεσθαι αὐτοῦ ἠπείλει· καί ποτε καὶ ἔπαισέ κατὰ τῆς κεφαλῆς. ὃ δὲ οὐκ ἀπηλλάττετο, ἀλλʼ ἔτι μᾶλλον ἐνέκειτο φιλοπόνως, ἀκούειν αὐτοῦ διψῶν, καὶ ἔλεγε ʽσὺ μὲν παῖε, εἰ βούλει, ἐγὼ δὲ ὑποθήσω τὴν κεφαλήν· καὶ οὐκ ἂν οὕτως ἐξεύροις βακτηρίαν σκληράν, ὥστε με ἀπελάσαι τῶν διατριβῶν τῶν σῶν. ʼ ὃ δὲ ὑπερησπάσατο αὐτόν.