Ancient Greek
Book 10
Aelian, Ποικίλη ἱστορία 10.6
Not analysed yet
Ἐκωμῳδοῦντο ἐς λεπτότητα Σαννυρίων ὁ κωμῳδίας ποιητὴς καὶ Μέλητος ὁ τραγῳδίας ποιητὴς καὶ Κινησίας κυκλίων χορῶν καὶ Φιλητᾶς ποιητὴς ἑξαμέτρων. Ἀρχέστρατος δὲ ὁ μάντις ὑπὸ πολεμίων ἁλοὺς καὶ ἐπὶ ζυγὸν ἀναβληθεὶς ὀβολοῦ ὁλκὴν εὑρέθη ἔχων, ὥς φασι. καὶ Πανάρετος δὲ λεπτότατος ἦν· διετέλεσε μέντοι ἄνοσος. λέγουσι δὲ καὶ Ἱππώνακτα τὸν ποιητὴν οὐ μόνον γενέσθαι μικρὸν τὸ σῶμα ἀλλὰ καὶ λεπτόν. ἀλλὰ καὶ Φιλιππίδης, καθʼ οὗ λόγος ἐστὶν Ὑπερίδῃ, λεπτότατος ἦν. ὅθεν καὶ τὸ πάνυ κατισχνῶσθαι τὸ σῶμα πεφιλιππιδῶσθαί φασιν ἔλεγον. μάρτυς Ἄλεξις.