# Ποικίλη ἱστορία 11.10

Aelian, Ποικίλη ἱστορία, Book 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/11.10

Ζωίλος ὁ Ἀμφιπολίτης ὁ καὶ ἐς Ὅμηρον γράψας καὶ ἐς Πλάτωνα καὶ ἐς ἄλλους, Πολυκράτους μὲν ἀκουστὴς ἐγένετο· οὗτος δὲ ὁ Πολυκράτης καὶ τὴν κατηγορίαν ἔγραψε τὴν κατὰ Σωκράτους. ἐκαλεῖτο δʼ ὁ Ζωίλος οὗτος Κύων ῥητορικός. ἦν δὲ τοιοῦτος. τὸ μὲν γένειον αὐτῷ καθεῖτο, κέκαρτο δὲ ἐν χρῷ τὴν κεφαλήν, καὶ θοιμάτιον ὑπὲρ τὸ γόνυ ἦν. ἤρα δὲ ἀγορεύειν κακῶς, καὶ ἀπεχθάνεσθαι πολλοῖς σχολὴν εἶχε, καὶ ψογερὸς ἦν ὁ κακοδαίμων. ἤρετο οὖν αὐτόν τις τῶν πεπαιδευμένων διὰ τί κακῶς λέγει πάντας· ὃ δὲ ʽποιῆσαι γὰρ κακῶς βουλόμενος οὐ δύναμαι.ʼ

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
