Ancient Greek
Book 12
Aelian, Ποικίλη ἱστορία 12.21
Not analysed yet
αἱ Λακεδαιμονίων μητέρες, ὅσαι ἐπυνθάνοντο τοὺς παῖδας αὑτῶν ἐν τῇ μάχῃ κεῖσθαι, ἀλλὰ αὗταί γε ἀφικόμεναι τὰ τραύματα αὐτῶν ἐπεσκόπουν τά τε ἔμπροσθεν καὶ τὰ ὄπισθεν. καὶ εἰ ἦν πλείω τὰ ἐναντία, αἳ δὲ γαυρούμεναι καὶ σεμνὸν ἅμα καὶ βλοσυρὸν ὁρῶσαι τοὺς παῖδας ἐς τὰς τὰς πατρῴας ἔφερον ταφάς· εἰ δὲ ἑτέρως εἶχον τῶν τραυμάτων, ἐνταῦθα αἰδούμεναι καὶ θρηνοῦσαι καὶ ὡς ἔνι μάλιστα λαθεῖν σπεύδουσαι ἀπηλλάττοντο, καταλιποῦσαι τοὺς νεκροὺς ἐν τῷ πολυανδρίῳ θάψαι, ἢ λάθρᾳ ἐς τὰ οἰκεῖα ἠρία ἐκόμιζον αὐτούς.