Ancient Greek · ~5 min
12.26 to 12.30
Aelian, Ποικίλη ἱστορία 12.26-30
Not analysed yet
Ποτίστατοι γεγόνασιν ἄνθρωποι ὥς φασι Ξεναγόρας ὁ Ῥόδιος, ὃν ἐκάλουν Ἀμφορέα, καὶ Ἡρακλείδης ὁ πύκτης, καὶ Πρωτέας ὁ Λανίκης μὲν υἱός, Ἀλεξάνδρου δὲ τοῦ βασιλέως σύντροφος. καὶ αὐτὸς δὲ Ἀλέξανδρος λέγεται πλεῖστον πιεῖν ἀνθρώπων. ἡμερώτατά φασι τὸν Ἡρακλῆ προσενεχθῆναι τοῖς ἑαυτοῦ πολεμίοις· πρῶτον γὰρ τῶν ἐξ αἰῶνος νεκροὺς ὑποσπόνδους ἀποδοῦναι ταφησομένους, εἰωθότων τῶν τότε ὀλιγωρεῖν τῶν ἀνῃρημένων καὶ ἀπολείπειν αὐτοὺς κυνῶν δεῖπνον εἶναι. Λεωκόριον Ἀθήνησιν ἐκαλεῖτο τὸ τέμενος τῶν Λεὼ θυγατέρων Πραξιθέας καὶ Θεόπης καὶ Εὐβούλης. ταύτας δὲ ὑπὲρ τῆς πόλεως τῆς Ἀθηναίων ἀναιρεθῆναι λόγος ἔχει, ἐπιδόντος αὐτὰς τοῦ Λεὼ ἐς τὸν χρησμὸν τὸν Δελφικόν. ἔλεγε γὰρ μὴ ἂν ἄλλως σωθῆναι τὴν πόλιν, εἰ μὴ ἐκεῖναι σφαγιασθεῖεν. Πλάτων ὁ Ἀρίστωνος ἰδὼν Ἀκραγαντίνους καὶ οἰκοδομοῦντας πολυτελῶς καὶ ὁμοίως δειπνοῦντας εἶπεν ὅτι ἄρα οἱ Ἀκραγαντῖνοι οἰκοδομοῦσι μὲν ὡς ἀεὶ βιωσόμενοι, δειπνοῦσι δὲ ὡς αὔριον τεθνηξόμενοι. λέγει δὲ Τίμαιος ὅτι καὶ ἀργυραῖς ληκύθοις καὶ στλεγγίσιν ἐχρῶντο καὶ ἐλεφαντίνας κλίνας εἶχον ὅλας. Ταραντίνοις ἐν ἔθει ἦν πίνειν μὲν ἐξ ἑωθινοῦ, μεθύειν δὲ περὶ πλήθουσαν ἀγοράν. ἐς τοσοῦτον δὲ ἄρα Κυρηναῖοι τρυφῆς ἐξώκειλαν, ὥστε Πλάτωνα παρεκάλουν, ἵνα αὐτοῖς γένηται νομοθέτης. τὸν δὲ ἀπαξιῶσαί φασι διὰ τὴν ἐξ ἀρχῆς ῥᾳθυμίαν αὐτῶν. ὁμολογεῖ δὲ καὶ Εὔπολις ἐν τῷ Μαρικᾷ, ὅστις αὐτῶν εὐτελέστατος, σφραγῖδας εἶχε δέκα μνῶν. παρῆν δὲ θαυμάζεσθαι καὶ τοὺς διαγλύφοντας τοὺς δακτυλίους.