# Ποικίλη ἱστορία 12.32-34

Aelian, Ποικίλη ἱστορία, 12.32 to 12.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/12.32

Πυθαγόρας ὁ Σάμιος λευκὴν ἐσθῆτα ἤσθητο, καὶ ἐφόρει στέφανον χρυσοῦν καὶ ἀναξυρίδας. Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος ἁλουργεῖ ἐχρήσατο καὶ ὑποδήμασι χαλκοῖς. Ἱππίαν δὲ καὶ Γοργίαν ἐν πορφυραῖς ἐσθῆσι προϊέναι διαρρεῖ λόγος. Κινέας ὁ Πύρρου ἰατρός φασι πρὸς τὴν βουλὴν τῶν Ῥωμαίων ἔγραψε διʼ ἀπορρήτων, καὶ ᾔτει χρήματα, καὶ ὑπισχνεῖτο ἀποκτενεῖν φαρμάκοις τὸν Πύρρον. οἳ δὲ οὐ προσήκαντο τὴν ὑπόσχεσιν· διʼ ἀρετῆς γὰρ ἴσασι Ῥωμαῖοι ἀγαθοὶ εἶναι, οὐ μὴν διὰ τέχνης καὶ πανουργίας καὶ ἐπιβουλῆς καταγωνίσασθαι τοὺς ἐχθρούς. ἀλλὰ καὶ αὐτῷ τῷ Πύρρῳ τὴν γνώμην τοῦ Κινέου ἐξέφαναν. Ἔρωτες ἡμῖν τῶν ἀρχαίων πολλοὶ μὲν καὶ ἄλλοι ἐς μνήμην ἐδόθησαν, καὶ οὗτοι δὲ οὐχ ἥκιστα. Παυσανίας μὲν γὰρ ἤρα τῆς ἑαυτοῦ ʼγυναικός, Ἀπελλῆς δὲ τῆς Ἀλεξάνδρου παλλακῆς, ᾗπερ ὄνομα ἦν Παγκάστη, τὸ δὲ γένος Λαρισσαία ἦν. ταύτῃ καὶ πρώτῃ φασὶν ὁ Ἀλέξανδρος ὡμίλησεν.

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
