Ancient Greek · ~2 min
Book 12
Aelian, Ποικίλη ἱστορία 12.39
Not analysed yet
Περδίκκας ὁ Μακεδὼν ὁ συστρατευσάμενος Ἀλέξάνδρῳ οὕτως ἄρα ἦν εὔτολμος, ὥς ποτε ἐς σπήλαιον παρελθεῖν ἔνθα εἶχεν εὐνὴν λέαινα μόνος· καὶ τὴν μὲν λέαιναν οὐ κατέλαβε, τούς γε μὴν σκύμνους αὐτῆς κομίζων προῆλθε, καὶ ἔδοξεν ἐπὶ τούτῳ θαυμάζεσθαι ὁ Περδίκκας. πεπίστευται δὲ οὐ μόνον παρὰ τοῖς Ἕλλησιν ἀλκιμώτατόν τε καὶ δυσμαχώτατον εἶναι θηρίον ἡ λέαινα, ἀλλὰ καὶ παρὰ τοῖς βαρβάροις. φασὶ γοῦν καὶ Σεμίραμιν τὴν Ἀσσυρίαν οὐκ, εἴ ποτε εἷλε λέοντα· ἢ πάρδαλιν κατέκτανεν ἢ ἄλλο τι τῶν τοιούτων, ἀλλʼ εἰ λεαίνης ἐγκρατὴς ἐγένετο, μέγα ἐφρόνει.