# Ποικίλη ἱστορία 12.41-42

Aelian, Ποικίλη ἱστορία, 12.41 to 12.42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/12.41

Πρωτογένης ὁ ζωγράφος τὸν Ἰάλυσόν φασιν ἑπτὰ ἔτεσι διαζωγραφῶν ἐξετέλεσεν. ὃν Ἀπελλῆς ἰδὼν τὰ μὲν πρῶτα ἔστη ἄφωνος, ἐκπλαγεὶς ἐπὶ τῇ παραδόξῳ θέᾳ, εἶτα ἔφη ʽκαὶ ὁ πόνος μέγας καὶ ὁ τεχνίτης· ἀπολείπεταί γε μὴν τῆς χειρουργίας ἡ χάρις, ἧς ὁ ἀνὴρ εἰ τύχοι, ὁ πόνος αὐτοῦ τοῦ οὐρανοῦ ψαύσει.ʼ Κῦρον τὸν Μανδάνης ἔθρεψέ φασι κύων, Τήλεφον δὲ τὸν Αὔγης καὶ Ἡρακλέους ἔλαφος, Πελίαν δὲ τὸν Ποσειδῶνος καὶ Τυροῦς ἵππος· ἀλλὰ καὶ τὸν Ἀλόπης. Ἀλέξανδρον τὸν Πριάμου ὑπὸ ἄρκτου φασὶ τραφῆναι, Αἴγισθον δὲ τὸν Θυέστου καὶ Πελοπίας ὑπὸ αἰγός.

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
