Ancient Greek · ~2 min
Book 12
Aelian, Ποικίλη ἱστορία 12.49
Not analysed yet
Φωκίων ὁ τοῦ Φώκου πολλάκις στρατηγήσας κατεγνώσθη θάνατον, καὶ ἦν ἐν τῷ δεσμωτηρίῳ καὶ ἔμελλε πιεῖσθαι τὸ κώνειον. ἐπεὶ δὲ ὤρεξεν ὁ δήμιος τὴν κύλικα, οἱ προσήκοντες ἤροντο εἴ τι λέγοι πρὸς τὸν υἱόν. ὃ δὲ ʽἐπισκήπτω αὐτῷ μηδὲν Ἀθηναίοις μνησικακεῖν ὑπὲρ τῆς παρʼ αὐτῶν φιλοτησίας, ἣν νῦν πίνω. ʼ ὅστις δὲ οὐκ ἐπαινεῖ καὶ ὑπερθαυμάζει τὸν ἄνδρα, δοκεῖ μοι μέγα ὁ τοιοῦτος ἐννοεῖν οὐδέν.