Ancient Greek · ~3 min
Book 12
Aelian, Ποικίλη ἱστορία 12.51
Not analysed yet
Μενεκράτης ὁ ἰατρὸς ἐς τοσοῦτον προῆλθε τύφου, ὥστε ἑαυτὸν ὀνομάζειν Δία. ἐπέστειλε δέ ποτε ἐπιστολὴν Φιλίππῳ τῷ Μακεδόνων βασιλεῖ τοιαύτην. Φ̔ιλίππῳ Μενεκράτης ὁ Ζεὺς εὖ πράττειν. ʼ ἀντέγραψε δὲ καὶ ὁ Φίλιππος Φ̔ίλιππος Μενεκράτει ὑγιαίνειν. συμβουλεύω σοι προσάγειν σεαυτὸν ἐπὶ τοὺς κατὰ Ἀντίκυραν τόπους. ʼ ᾐνίττετο δὲ ἄρα διὰ τούτων ὅτι παραφρονεῖ ὁ ἀνήρ. εἱστία ποτὲ μεγαλοπρεπῶς ὁ Φίλιππος, καὶ δὴ καὶ τοῦτον ἐπὶ θοίνην ἐκάλεσε, καὶ ἰδίᾳ κλίνην αὐτῷ ἐκέλευσε παρεσκευάσθαι, καὶ κατακλιθέντι θυμιατήριον παρέθηκε, καὶ ἐθυμιᾶτο αὐτῷ· οἱ δὲ λοιποὶ εἱστιῶντο, καὶ ἦν μεγαλοπρεπὲς τὸ δεῖπνον. ὁ τοίνυν Μενεκράτης τὰ μὲν πρῶτα ἐνεκαρτέρει, καὶ ἔχαιρε τῇ τιμῇ· ἐπεὶ δὲ κατὰ μικρὸν ὁ λιμὸς περιῆλθεν αὐτόν, καὶ ἠλέγχετο ὅτι ἦν ἄνθρωπος, καὶ ταῦτα εὐήθης, ἐξαναστὰς ἀπιὼν ᾤχετο, καὶ ἔλεγεν ὑβρίσθαι, ἐμμελῶς πάνυ τοῦ Φιλίππου τὴν ἄνοιαν αὐτοῦ ἐκκαλύψαντος.