# Ποικίλη ἱστορία 12.54-56

Aelian, Ποικίλη ἱστορία, 12.54 to 12.56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/12.54

Ἀλέξανδρον Ἀριστοτέλης ὀργιζόμενον πρἁ̣?ʼναι βουλόμενος καὶ παῦσαι χαλεπαίνοντα πολλοῖς, ταυτὶ πρὸς αὐτὸν γέγραφεν ʽὁ θυμὸς καὶ ἡ ὀργὴ οὐ πρὸς ἥττους, ἀλλὰ πρὸς τοὺς κρείττονας γίνεται· σοὶ δὲ οὐδεὶς ἴσος.ʼ Ἀριστοτέλης τὰ δέοντα συμβουλεύων Ἀλεξάνδρῳ πολλοῖς ὠφέλημα γέγονεν, ἐξ ὧν καὶ τὴν πατρίδα κατῴκισε κατεσκαμμένην ὑπὸ τοῦ Φιλίππου. τοὺς ὑπὸ τῶν ἐλεφάντων ἢ ἐν ταῖς θήραις ἢ ἐν ταῖς μάχαις ἀποθανόντας οἱ Λίβυες θάπτουσι διαπρεπῶς, καὶ ὕμνους τινὰς ᾅδουσιν. ἔστι δὲ τοῖς ὕμνοις ἡ ὑποθήκη ἐκείνη. ἀγαθοὺς ἄνδρας εἶναι λέγει τοὺς ἀντιπάλους γενομένους θηρίῳ τοσούτῳ· λέγουσι γὰρ καὶ τὸ ἐνδόξως ἀποθανεῖν ἐντάφιον εἶναι τῷ θαπτομένῳ. Διογένης ὁ Σινωπεὺς ἔλεγε πολλά, τὴν ἀμαθίαν καὶ τὴν ἀπαιδευσίαν τῶν Μεγαρέων διαβάλλων, καὶ ἐβούλετο Μεγαρέως ἀνδρὸς κριὸς εἶναι μᾶλλον ἢ υἱός. ᾐνίττετο δὲ ὅτι τῶν θρεμμάτων ποιοῦνται πρόνοιαν οἱ Μεγαρεῖς, τῶν παίδων δὲ οὐχί.

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
