Ancient Greek · ~2 min
Book 12
Aelian, Ποικίλη ἱστορία 12.58
Not analysed yet
Διώξιππος Ὀλυμπιονίκης ἀθλητής, ὁ Ἀθηναῖος, ἐσήλαυνεν ἐς τὰς Ἀθήνας κατὰ τὸν νόμον τῶν ἀθλητῶν. συνέρρει τοίνυν τὰ πλήθη, καὶ ἄλλος ἀλλαχόθεν ἐκκρεμαννύμενος ἐθεῶντο αὐτόν· ἐν δὲ τοῖς καὶ γυνὴ κάλλει διαπρέπουσα ἀπήντησε τῇ θέᾳ. ἰδὼν δὲ αὐτὴν ὁ Διώξιππος παραχρῆμα ἡττήθη τοῦ κάλλους, καὶ διετέλεσεν ἀποβλέπων τὴν ἄνθρωπον καὶ ἐπιστρεφόμενος καὶ ἐς πολλὰς τὸ πρόσωπον ἀλλάττων χρόας. ἐκ δὴ τούτων πολλοῖς ἐγένετο κατάφωρος μὴ ἀργῶς ἰδὼν τὴν ἄνθρωπον. μάλιστα δὲ αὐτοῦ τὸ πάθος κατέγνω Διογένης ὁ Σινωπεύς, καὶ πρὸς τοὺς πλησίον ʽὁρᾶτἐ εἶπε ʽτὸν ἀθλητὴν ὑμῶν τὸν μέγαν ὑπὸ παιδίσκης ἐκτραχηλιζόμενον. ʼ