Ancient Greek · ~2 min
Book 12
Aelian, Ποικίλη ἱστορία 12.60
Not analysed yet
συνουσία ποτὲ ἐγένετο Διονυσίῳ τῷ δευτέρῳ καὶ Φιλίππῳ τῷ Ἀμύντου. πολλοὶ μὲν οὖν ὡς τὸ εἰκὸς καὶ ἄλλοι λόγοι ἐπέρρευσαν, ἐν δὲ τοῖς καὶ ἐκεῖνο ἤρετο ὁ Φίλιππος τὸν Διονύσιον, πῶς τοσαύτην παρὰ τοῦ πατρὸς λαβὼν ἀρχὴν εἶτα οὐ διεσώσατο αὐτήν; ὃ δὲ ἀπεκρίνατο οὐκ ἔξω μέλους ὅτι ʽτὰ μὲν ἄλλα μοι κατέλιπεν ὁ πατήρ, τὴν δὲ τύχην, ᾗ ταῦτα ἐκτήσατο καὶ διεφύλαξεν, οὐκέτι. ʼ