# Ποικίλη ἱστορία 12.62-63

Aelian, Ποικίλη ἱστορία, 12.62 to 12.63. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/12.62

νόμος καὶ οὗτος Περσικός. ἐάν τις μέλλῃ τι τῶν ἀπορρήτων καὶ τῶν ἀμφιλόγων συμβουλεύειν βασιλεῖ, ἐπὶ πλίνθου χρυσῆς ἕστηκε. καὶ ἐὰν δόξῃ παραινεῖν τὰ δέοντα, τὴν πλίνθον λαβὼν ὑπὲρ τῆς συμβουλῆς μισθὸν ἀπέρχεται· μαστιγοῦται δὲ ὅμως, ὅτι ἀντεῖπε βασιλεῖ. ἀνδρὶ δὲ ἐλευθέρῳ κατά γε τὴν ἐμὴν κρίσιν οὐκ ἀνταξίαν ἀντικρίνειν δεῖ ὑπὲρ τοῦ μισθοῦ τὴν ὕβριν. Ἀρχεδίκης τις ἠράσθη τῆς ἐν Ναυκράτει ἑταίρας. ἣ δὲ ἦν ὑπερήφανος καὶ δεινῶς φορτικὴ καὶ ἁδροὺς ᾔτει μισθούς, καὶ λαβοῦσα πρὸς ὀλίγον ἂν ὡμίλησε τῷ δόντι, εἶτα ἀπέκλινεν. ἐρασθεὶς οὖν ὁ νεανίσκος αὐτῆς, καὶ τυχεῖν μὴ δυνάμενος, ἐπεὶ μὴ πάνυ ἦν πλούσιος, ὄναρ αὐτῇ συνεγένετο, καὶ παραχρῆμα ἐπαύσατο τῆς ἐπιθυμίας.

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
