# Ποικίλη ἱστορία 13.32

Aelian, Ποικίλη ἱστορία, Book 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/13.32

φησὶ Ξενοφῶν ὅτι Θεοδότῃ τῇ ἑταίρᾳ ἐς λόγους ἀφίκετο Σωκράτης, καλλίστῃ γυναικὶ οὔσῃ. ἀλλὰ καὶ τῇ Καλλιστοῖ ἦλθεν ἐς λόγους, ἣ ἔλεγεν ʽἐγὼ μέν, ὦ Σωφρονίσκου, κρείττων εἰμί σου· σὺ μὲν γὰρ οὐδένα τῶν ἐμῶν δύνῃ ἀποσπάσαι· ἐγὼ δέ, ἐὰν βούλωμαι, τοὺς σοὺς πάντας.ʼ ὃ δὲ ʽκαὶ μάλα γε εἰκότως· σὺ μὲν γὰρ ἐπὶ τὴν κατάντη αὐτοὺς ἄγεις, ἐγὼ δὲ ἐπὶ τὴν ἀρετὴν ἥκειν βιάζομαι· ὀρθία δὲ ἡ ἄνοδος ἐστι καὶ ἀήθης τοῖς πολλοῖς.ʼ

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
