Ancient Greek · ~2 min
13.34 to 13.36
Aelian, Ποικίλη ἱστορία 13.34-36
Not analysed yet
ὅτι τὸν Λέοντα ὁ Διονύσιος μετὰ τὴν πρόσταξιν τὴν κατʼ αὐτοῦ ἀνευρὼν ἐς τρὶς τοῖς δορυφόροις ἐκέλευσεν ἀπάγειν, καὶ μετέγνω τρίς, καὶ καθʼ ἑκάστην μεταπομπὴν κατεφίλει κλάων καὶ καταρώμενος ἑαυτοῦ, ὅτι ἔλαβε τὸ ξίφος. τελευτῶν ἥττηται τῷ φόβῳ, καὶ προσέταξεν ἀποσφαγῆναι εἰπὼν ὅτι ʽοὐκ ἔστιν, ὦ Λέον, σοι ζῆν. ʼ λέγουσι φυσικοὶ ἄνδρες τὴν ἔλαφον καθάρσεως δεομένην σέσελιν ἐσθίειν, φαλαγγίων δὲ κνήσμασιν ἐχομένην καρκίνους. Ὀλυμπιὰς τῇ Φιλίππου θυγατρὶ Εὐρυδίκῃ ʽἦν δὲ ἄρα ἐξ Ἰλλυρίδος γυναικὸς τῷ Φιλίππῳ γενομένἠ προσέπεμψε κώνειον καὶ βρόχον καὶ ξίφος· ἣ δὲ αἱρεῖται τὸν βρόχον.