Ancient Greek
Book 13
Aelian, Ποικίλη ἱστορία 13.40
Not analysed yet
στρεπτῷ κειμένῳ ἐπὶ τῆς γῆς χρυσοῦ Περσικοῦ ὁ Θεμιστοκλῆς παρεστὼς τῷ παιδὶ εἶπεν ʽοὐκ ἀναιρήσεις, ὦ παῖ, τὸ εὕρημα τόδε; ʼ δείξας τὸν στρεπτόν· ʽοὐ γὰρ σὺ Θεμιστοκλῆς εἶ δήπου. ʼ Ὅτι ἠτίμασαν αὐτόν ποτε Ἀθηναῖοι, εἶτα ἐπὶ τὴν ἀρχὴν αὖθις παρεκάλουν· ὃ δὲ ʽοὐκ ἐπαινῶ τοὺς τοιούτους ἄνδρας, οἵτινες τὴν αὐτὴν ἀμίδα καὶ οἰνοχόην ἔχουσι. ʼ Πρὸς Εὐρυβιάδην τὸν Λακεδαιμόνιον ἔλεγέ τι ὑπεναντίον, καὶ ἀνέτεινεν αὐτῷ τὴν βακτηρίαν. ὃ δὲ ʽπάταξον μέν, ἄκουσον δέ. ʼ ᾔδει δὲ ὅτι ἃ μέλλει λέγειν τῷ κοινῷ λυσιτελεῖ.