# Ποικίλη ἱστορία 14.14

Aelian, Ποικίλη ἱστορία, Book 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/14.14

Στρατόνικον τὸν κιθαρῳδὸν ὑπεδέξατό τις ἀμφιλαφῶς· ὃ δὲ ὑπερήσθη τῇ κλήσει· καὶ γὰρ ἔτυχεν οὐκ ἔχων καταγωγήν, ἅτε ἐς ξένην ἀφικόμενος. ὑπερησπάζετο γοῦν τὸν ἄνδρα διὰ τὸ πρόχειρον τῆς κοινωνίας τῆς κατὰ τὴν στέγην. ἐπεὶ δὲ καὶ ἄλλον εἶδεν ἐσιόντα καὶ ἄλλον, καὶ τρόπον τινὰ ἄκλειστον αὐτοῦ τὴν οἰκίαν πᾶσι τοῖς καταλύειν προῃρημένοις, ἐνταῦθα ὁ Στρατόνικος ἔφη πρὸς τὸν ἀκόλουθον ʽἀπίωμεν ἐντεῦθεν, ὦ παῖ· ἐοίκαμεν γὰρ ἀντὶ περιστερᾶς ἔχειν φάτταν, ὑπὲρ οἰκίας εὑρόντες πανδοκεῖον.ʼ

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
