Ancient Greek · ~2 min
Book 14
Aelian, Ποικίλη ἱστορία 14.15
Not analysed yet
Λόγος τις διεφοίτα λέγων τοὺς Σωκράτους λόγους ἐοικέναι τοῖς Παύσωνος γράμμασι. καὶ γάρ τοι καὶ Παύσωνα τὸν ζωγράφον ἐκλαβόντα παρά τινος γράψαι ἵππον καλινδούμενον, τὸν δὲ γράψαι τρέχοντα. ἀγανακτοῦντος οὖν τοῦ τὸ πινάκιον ἐκδόντος ὡς παρὰ τὰς ὁμολογίας γράψαντος, ἀποκρίνασθαι τὸν ζωγράφον ὅτι ʽστρέψον τὸ πινάκιον καὶ καλινδούμενος ἔσται σοι ὁ τρέχων. ʼ καὶ τὸν Σωκράτην μὴ σαφῶς διαλέγεσθαι. εἰ γοῦν τις αὐτοὺς στρέψειεν, ὀρθότατα ἔχειν. οὐκ ἐβούλετο δὲ ἄρα ἀπεχθάνεσθαι τούτοις, πρὸς οὓς διελέγετο, καὶ διὰ τοῦτο αἰνιγματώδεις αὐτοὺς παρείχετο καὶ πλαγίους.