Ancient Greek
Book 14
Aelian, Ποικίλη ἱστορία 14.29
Not analysed yet
ὅτι Λύσανδρος ἐκόμισεν ἐς Λακεδαίμονα χρήματα καὶ ἐδίδαξε τοὺς Λακεδαιμονίους παρανομεῖν ἐς τὸ πρόσταγμα τοῦ θεοῦ τὸ κελεῦον ἄβατον εἶναι χρυσῷ καὶ ἀργύρῳ τὴν Σπάρτην. τῶν οὖν φρονούντων τινὲς διεκώλυον, φρόνημα ἔτι κεκτημένοι Λακωνικὸν καὶ Λυκούργου καὶ τοῦ Πυθίου ἄξιον· οἱ δὲ προσέμενοι διεβλήθησαν, καὶ ἡ ἐξ ἀρχῆς αὐτῶν ἀρετὴ κατὰ μικρὸν ὑπέληξεν.