Ancient Greek
14.38 to 14.39
Aelian, Ποικίλη ἱστορία 14.38-39
Not analysed yet
Ἐπαμεινώνδου τοῦ Θηβαίου πολλὰ μὲν καὶ ἄλλα καλὰ οἶδα, ἐν δὲ τοῖς καὶ τόδε. ἔλεγε πρὸς Πελοπίδαν μὴ πρότερον ἀπαλλάττεσθαι τῆς ἀγορᾶς πρὶν ἢ φίλον τοῖς ἀρχαίοις τινὰ προσπορίσαι νεώτερον. ὁ Περσῶν βασιλεὺς ʽβούλομαι γάρ τι ὑμῖν καὶ φαιδρὸν εἰπεῖνʼ στέφανον ἐς μύρον βάψας ʽδιεπέπλεκτο δὲ ῥόδων ὁ στέφανοσʼ ἔπεμψεν Ἀνταλκίδᾳ πρεσβεύοντι ὑπὲρ εἰρήνης πρὸς αὐτόν. ὃ δὲ ʽδέχομαι μὲνʼ ἔφη ʽτὸ δῶρον καὶ ἐπαινῶ τὴν φιλοφροσύνην, ἀπώλεσας δὲ τὴν ὀσμὴν τῶν ῥόδων καὶ τὴν τῆς φύσεως εὐωδίαν διὰ τὴν ἐκ τῆς τέχνης κιβδηλίαν.