Ancient Greek
14.41 to 14.42
Aelian, Ποικίλη ἱστορία 14.41-42
Not analysed yet
ὅτι Ἀπολλόδωρος πλεῖστον ἀνθρώπων πίνων οἶνον οὐκ ἀπεκρύπτετο τὸ ἑαυτοῦ κακόν, οὐδὲ ἐπειρᾶτο περιαμπέχειν τὴν μέθην καὶ τὰ ἐξ αὐτῆς κακά, ἀλλὰ καὶ ἐκ τοῦ οἴνου ὑπαναφλεγόμενος καὶ ὑπεξαπτόμενος ἐγίνετο φονικώτερος, πρὸς τῇ φύσει καὶ τὸ πῶμα ἔχων ἐνδόσιμον. Ξενοκράτης ὁ Πλάτωνος ἑταῖρος ἔλεγε μηδὲν διαφέρειν ἢ τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι· ἐν ταὐτῷ γὰρ ἁμαρτάνειν τόν τε ἐς ἃ μὴ δεῖ χωρία βλέποντα καὶ ἐς οὓς μὴ δεῖ τόπους παριόντα.