Ancient Greek
14.44 to 14.45
Aelian, Ποικίλη ἱστορία 14.44-45
Not analysed yet
Λακωνικὸν μειράκιον ἐπρίατο χωρίον ὑπερεύωνον, εἶτα ἐπὶ τὰς ἀρχὰς ἤχθη καὶ ἐζημιώθη. τὸ δὲ αἴτιον τῆς καταδίκης ἐκεῖνο ἦν, ἐπεὶ νέος ὢν τοῦ κερδαίνειν ὀξύτατα ἤρα. ἦν δὲ Λακεδαιμονίων ἐν τοῖς μάλιστα ἀνδρικὸν καὶ τοῦτο, μὴ πρὸς μόνους πολεμίους παρατετάχθαι ἀλλὰ καὶ πρὸς ἀργύριον. γυναῖκας τῶν Ἑλλήνων ἐπαινοῦμεν Πηνελόπην Ἄλκηστιν καὶ τὴν Πρωτεσίλεω, Ῥωμαίων Κορνηλίαν καὶ Πορκίαν καὶ Κεστιλίαν. ἐδυνάμην δὲ εἰπεῖν καὶ ἄλλας, ἀλλʼ οὐ βούλομαι τῶν μὲν Ἑλλήνων εἰπεῖν ὀλίγας, ἐπικλύσαι δὲ τοῖς τῶν Ῥωμαίων ὀνόμασιν, ὡς ἂν μή μέ τις δοκοίη χαρίζεσθαι ἐμαυτῷ διὰ τὴν πατρίδα.