Ancient Greek · ~2 min
Book 14
Aelian, Ποικίλη ἱστορία 14.47
Not analysed yet
ὅτι Ζεῦξις ὁ Ἡρακλεώτης ἔγραψε τὴν Ἑλένην. Νικόμαχος οὖν ὁ ζωγράφος ἐξεπλήττετο τὴν εἰκόνα, καὶ τεθηπὼς τὸ γράμμα δῆλος ἦν. ἤρετο οὖν τις αὐτὸν προσελθὼν τί δὴ παθὼν οὕτω θαυμάζοι τὴν τέχνην; ὃ δὲ ʽοὐκ ἄν με ἠρώτησασʼ εἶπεν, ʽεἰ τοὺς ἐμοὺς ὀφθαλμοὺς ἐκέκτησο. ʼ ἐγὼ δʼ ἂν φαίην τοῦτο καὶ ἐπὶ τῶν λόγων, ἀλλʼ εἴ τις ἔχοι πεπαιδευμένα ὦτα, ὥσπερ οὖν οἱ χειρουργοὶ τεχνικὰ ὄμματα.