Ancient Greek · ~2 min
2.15 to 2.16
Aelian, Ποικίλη ἱστορία 2.15-16
Not analysed yet
Κλαζομενίων τινὲς ἐς τὴν Σπάρτην ἀφικόμενοι καὶ ὕβρει καὶ ἀλαζονείᾳ χρώμενοι τοὺς τῶν ἐφόρων θρόνους ἔνθα εἰώθασι καθήμενοι χρηματίζειν καὶ τῶν πολιτικῶν ἕκαστα διατάττειν, ἀλλὰ τούτους γε τοὺς θρόνους ἀσβόλῳ κατέχρισαν. μαθόντες δὲ οἱ ἔφοροι οὐκ ἠγανάκτησαν, ἀλλὰ τὸν δημόσιον κήρυκα καλέσαντες προσέταξαν αὐτὸν δημοσίᾳ κηρύξαι τοῦτο δὴ τὸ θαυμαζόμενον ʽἐξέστω Κλαζομενίοις ἀσχημονεῖν. ʼ Φωκίωνος δὲ τοῦ Φώκου καὶ τοῦτο ἔγωγε ἔγνων καλόν. παρελθὼν γὰρ ἐς τοὺς Ἀθηναίους ἐκκλησίας οὔσης, ἐπεί τι αὐτοῖς ἐμέμφετο ἀγνωμονοῦσι, πάνυ σφόδρα πεπαιδευμένως καὶ πληκτικῶς εἶπε ʽβούλομαι μᾶλλόν τι ὑφʼ ὑμῶν παθεῖν κακὸν ἢ αὐτός τι ὑμᾶς κακῶς δρᾶσαι.