# Ποικίλη ἱστορία 2.17

Aelian, Ποικίλη ἱστορία, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/2.17

ἡ τῶν ἐν Πέρσαις μάγων σοφία τά τε ἄλλα οἶδεν ὁπόσα αὐτοῖς εἰδέναι θέμις, καὶ οὖν καὶ μαντεύεσθαι. οἵπερ οὖν καὶ προεῖπον τὴν τοῦ Ὤχου περὶ τοὺς ὑπηκόους ἀγριότητα καὶ τὸ φονικὸν αὐτοῦ, διά τινων ἀπορρήτων συμβόλων καταγνόντες τοῦτο. ὅτε γὰρ Ἀρταξέρξου τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος ἐς τὴν βασιλείαν τῶν Περσῶν ὁ Ὦχος παρῆλθεν, οἱ μάγοι προσέταξαν τῶν εὐνούχων τινὶ τῶν πλησίον παρεστώτων φυλάξαι τὸν Ὦχον τῆς τραπέζης παρατεθείσης τίνι πρώτῳ τῶν παρακειμένων ἐπιχειρεῖ. καὶ ὃ μὲν εἱστήκει τηρῶν τοῦτο, ὁ δὲ Ὦχος τὰς χεῖρας ἐκτείνας τῇ μὲν δεξιᾷ τῶν μαχαιρίων τῶν παρακειμένων ἓν ἔλαβε, τῇ δὲ ἑτέρᾳ τὸν μέγιστον τῶν ἄρτων προσειλκύσατο, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τῶν κρεῶν, εἶτα τέμνων ἤσθιεν ἀφειδῶς. ἅπερ ἀκούσαντες οἱ μάγοι δύο ταῦτα ἐμαντεύσαντο, εὐετηρίαν τὴν ἐξ ὡρῶν καὶ εὐφορίαν τὴν παρὰ τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον καὶ πολλοὺς φόνους. καὶ οὐ διεψεύσαντο.

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
