# Ποικίλη ἱστορία 2.25

Aelian, Ποικίλη ἱστορία, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/2.25

τὴν ἕκτην τοῦ μηνὸς τοῦ Θαργηλιῶνος πολλῶν καὶ ἀγαθῶν αἰτίαν γενέσθαι λέγουσιν οὐ μόνον τοῖς Ἀθηναίοις ἀλλὰ καὶ ἄλλοις πολλοῖς. αὐτίκα γοῦν Σωκράτης ἐν ταύτῃ ἐγένετο, καὶ Πέρσαι δὲ ἡττήθησαν τῇ ἡμέρᾳ ταύτῃ, καὶ Ἀθηναῖοι δὲ τῇ Ἀγροτέρᾳ ἀποθύουσι τὰς χιμαίρας τὰς τριακοσίας, κατὰ τὴν εὐχὴν τοῦ Μιλτιάδου δρῶντες τοῦτο. τοῦ δʼ αὐτοῦ μηνὸς ἕκτῃ ἱσταμένου καὶ τὴν ἐν Πλαταιαῖς μάχην φασὶ γενέσθαι καὶ νικῆσαι τοὺς Ἕλληνας· τὴν γὰρ προτέραν ἧτταν αὐτῶν, ἧς ἐμνήσθην, ἐπʼ Ἀρτεμισίῳ γεγονέναι. καὶ τὴν ἐν Μυκάλῃ δὲ τῶν Ἑλλήνων νίκην οὐκ ἄλλης ὡμολόγηται δῶρον ἡμέρας γενέσθαι ἢ ταύτης, εἴ γε κατὰ τὴν αὐτὴν ἐνίκων καὶ ἐν Πλαταιαῖς καὶ ἐν Μυκάλῃ. καὶ Ἀλέξανδρον δὲ τὸν Μακεδόνα, τὸν Φιλίππου παῖδα, τὰς πολλὰς μυριάδας τὰς τῶν βαρβάρων φθεῖραι καὶ αὐτὸν λέγουσιν ἕκτῃ ἱσταμένου, ὅτε καὶ Δαρεῖον καθεῖλεν Ἀλέξανδρος. καὶ ὁμολογοῦσι τοῦ αὐτοῦ μηνὸς πάντα. καὶ αὐτὸν δὲ τὸν Ἀλέξανδρον καὶ γενέσθαι καὶ ἀπελθεῖν τοῦ βίου τῇ αὐτῇ ἡμέρᾳ πεπίστευται.

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
