Ancient Greek
Book 2
Aelian, Ποικίλη ἱστορία 2.29
Not analysed yet
Πιττακὸς ἐν Μυτιλήνῃ κατεσκεύασε ἐν τοῖς ἱεροῖς κλίμακας ἐς οὐδεμίαν μὲν χρῆσιν ἐπιτηδείους, αὐτὸ δὲ τοῦτο ἀναθήματα εἶναι, αἰνιττόμενος τὴν ἐκ τῆς τύχης ἄνω καὶ κάτω μετάπτωσιν, τρόπον τινὰ τῶν μὲν εὐτυχούντων ἀνιόντων, κατιόντων δὲ τῶν δυστυχούντων.