Ancient Greek
Book 2
Aelian, Ποικίλη ἱστορία 2.32
Not analysed yet
λέγουσί τινες λόγοι Πυθικοὶ τὸν Ἡρακλῆ τὸν Διὸς καὶ Ἀλκμήνης παῖδα ἀπὸ γενεᾶς Ἀλκαῖον κεκλῆσθαι, χρόνῳ δὲ ὕστερον ἐλθόντα ἐς Δελφοὺς διά τινα αἰτίαν δεόμενον χρησμοῦ μήτε ὧν ἧκε χάριν ἀμοιρῆσαι, προσακοῦσαί τε ἐκείνοις καὶ ἰδίᾳ παρὰ τοῦ θεοῦ ταῦτα Ἡρακλῆ δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει· ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεις.