Ancient Greek
Book 2
Aelian, Ποικίλη ἱστορία 2.34
Not analysed yet
Ἐπίχαρμόν φασι πάνυ σφόδρα πρεσβύτην ὄντα, μετά τινων ἡλικιωτῶν ἐν λέσχῃ καθήμενον, ἐπεὶ ἕκαστος τῶν παρόντων ἔλεγεν ὃ μέν τις ʽἐμοὶ πέντε ἔτη ἀπόχρη βιῶναι,ʼ ἄλλος δὲ ʽἐμοὶ τρία,ʼ τρίτου δὲ εἰπόντος ʽ ἐμοί γε τέτταρα,ʼ ὑπολαβὼν ὁ Ἐπίχαρμος ʽὦ βέλτιστοἰ εἶπε, ʽτί στασιάζετε καὶ διαφέρεσθε ὑπὲρ ὀλίγων ἡμερῶν; πάντες γὰρ οἱ συνελθόντες κατά τινα δαίμονα ἐπὶ δυσμαῖς ἐσμεν· ὥστε ὥρα πᾶσιν ἡμῖν τὴν ταχίστην ἀνάγεσθαι, πρὸ τοῦ τινος καὶ ἀπολαῦσαι κακοῦ πρεσβυτικοῦ. ʼ