Ancient Greek
Book 2
Aelian, Ποικίλη ἱστορία 2.40
Not analysed yet
πᾶν μὲν ὅσον ἄλογόν ἐστιν ἀλλοτρίως πρὸς οἶνον πέφυκε, μάλιστα δὲ τῶν ζῴων ἐκεῖνα, ὅσα στεμφύλων ἢ γιγάρτων ὑπερπλησθέντα μεθύει. καὶ οἱ κόρακες δὲ τὴν καλουμένην οἰνοῦτταν βοτάνην ὅταν φάγωσι, καὶ οἱ κύνες δὲ καὶ αὐτοὶ βακχεύονται. πίθηκος δὲ καὶ ἐλέφας ἐὰν οἴνου πίωσιν, ὃ μὲν τῆς ἀλκῆς ἐπιλανθάνεται ὁ ἐλέφας, ὃ δὲ τῆς πανουργίας· καί εἰσιν αἱρεθῆναι πάνυ ἀσθενεῖς.