Ancient Greek · ~3 min
Book 2
Aelian, Ποικίλη ἱστορία 2.6
Not analysed yet
Ἱππόμαχός φασιν ὁ γυμναστὴς ἐπεὶ πάλαισμά τι ὁ ἀθλητὴς ὁ ὑπʼ αὐτῷ γυμναζόμενος ἐπάλαισεν, εἶτα ὁ πᾶς ὄχλος ὁ περιεστὼς ἐξεβόησε, καθίκετο αὐτοῦ τῇ ῥάβδῳ καὶ εἶπεν ʽἀλλὰ σύ γε κακῶς καὶ οὐχ ὡς ἐχρῆν ἐποίησας ὅπερ ἐχρῆν ἄμεινον γενέσθαι· οὐ γὰρ ἂν ἐπῄνεσαν οὗτοι τεχνικόν σε δράσαντά τι,ʼ αἰνιττόμενος ὅτι τοὺς εὖ καὶ καλῶς ἕκαστα δρῶντας οὐ τοῖς πολλοῖς ἀλλὰ τοῖς ἔχουσιν νοῦν θεωρητικὸν τῶν δρωμένων ἀρέσκειν δεῖ. ἔοικε δὲ καὶ Σωκράτης τὴν τῶν πολλῶν ἐκφαυλίζειν κρίσιν ἐν τῇ συνουσίᾳ τῇ πρὸς Κρίτωνα, ὅτε ἀφίκετο ὁ Κρίτων ἐς τὸ δεσμωτήριον, καὶ δὴ ἔπειθεν αὐτὸν ἀποδρᾶναι καὶ τὴν τῶν Ἀθηναίων τὴν κατʼ αὐτοῦ κρίσιν διαφθεῖραι.