Ancient Greek · ~2 min
Book 3
Aelian, Ποικίλη ἱστορία 3.36
Not analysed yet
Ἀριστοτέλης ὅτε ἀπέλιπε τὰς Ἀθήνας δέει τῆς κρίσεως, πρὸς τὸν ἐρόμενον αὐτὸν ʽτίς ἐστιν ἡ τῶν Ἀθηναίων πόλις; ʼ ἔφη ʽπαγκάλη· ἀλλʼ ἐν αὐτῇ ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, σῦκον δʼ ἐπὶ σύκῳ, τοὺς συκοφάντας λέγων. καὶ πρὸς τὸν ἐρόμενον δια τί ἀπέλιπε τὰς Ἀθήνας, ἀπεκρίνατο ὅτι οὐ βούλεται Ἀθηναίους δὶς ἐξαμαρτεῖν ἐς φιλοσοφίαν, τὸ περὶ Σωκράτην πάθος αἰνιττόμενος καὶ τὸν καθʼ ἑαυτὸν κίνδυνον.