Ancient Greek · ~4 min
Book 3
Aelian, Ποικίλη ἱστορία 3.43
Not analysed yet
ἐν Συβάρει κιθαρῳδοῦ ᾅδοντος ἐν τῇ ἀγωνίᾳ, ἣν ἐπετέλουν τῇ Ἥρᾳ, στασιασάντων ὑπὲρ αὐτοῦ τῶν Συβαριτῶν καὶ τὰ ὅπλα λαβόντων ἐπʼ ἀλλήλους, φοβηθεὶς ὁ κιθαρῳδὸς σὺν αὐτῇ στολῇ κατέφυγεν ἐς τὸν τῆς Ἥρας βωμόν· οἳ δὲ οὐδὲ ἐνταῦθα ἐφείσαντο τοῦ κιθαρῳδοῦ. ὀλίγῳ δὲ ὕστερον αἷμα ἐδόκει ἐν τῷ τῆς Ἥρας νεῷ ἀναβρύειν οὐδὲν ἔλαττον πηγῆς ἀενάου, Συβαρῖται δὲ ἔπεμψαν ἐς Δελφούς. ἡ δὲ Πυθία ἀπεκρίνατο βαῖνʼ ἀπʼ ἐμῶν τριπόδων, ἔτι τοι φόνος ἀμφὶ χέρεσσι πουλὺς ἀποστάζων ἀπὸ λαΐνου οὐδοῦ ἐρύκει. οὔ σε θεμιστεύσω· Μουσῶν θεράποντα κατέκτας Ἥρης πρὸς βωμοῖσι, θεῶν τίσιν οὐκ ἀλεείνας. τοῖς δὲ κακῶς ῥέξασι δίκης τέλος οὐχὶ χρονιστὸν οὐδὲ παραιτητόν, οὐδʼ εἰ Διὸς ἔγγονοι εἶεν· ἀλλʼ αὐτῶν κεφαλῇσι καὶ ἐν σφετέροισι τέκεσσιν εἱλεῖται, καὶ πῆμα δόμοις ἐπὶ πήματι βαίνει. ἡ δὲ δίκη οὐκ ἐβράδυνε· Κροτωνιάταις γὰρ ἐναντία ὅπλα θέμενοι ἀνάστατοι ὑπʼ ἐκείνων ἐγένοντο, καὶ ἡ πόλις αὐτῶν ἠφανίσθη.