# Ποικίλη ἱστορία 3.44

Aelian, Ποικίλη ἱστορία, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/3.44

νεανίσκοι τρεῖς ἐς Δελφοὺς ἀφικόμενοι θεωροὶ συμπολῖται κακούργοις περιτυγχάνουσιν. ὁ οὗν εἷς ἀπέδρα τοὺς λῃστάς, ὁ δὲ δεύτερος αὐτῶν συνεπλάκη τῷ λοιπῷ τῶν κακούργων, τῶν ἄλλων προαναλωθέντων, καὶ τοῦ μὲν λῃστοῦ ἥμαρτεν, ὦσε δὲ τὸ ξίφος κατὰ τοῦ φίλου. τῷ ἀποδράντι οὖν ἡ Πυθία ἀνεῖλε τάδε ἀνδρὶ φίλῳ θνήσκοντι παρὼν πέλας οὐκ ἐβοήθεις. οὔ σε θεμιστεύσω· περικαλλέος ἔξιθι νηοῦ· τῷ ἑτέρῳ δὲ ἔκτεινας τὸν ἑταῖρον ἀμύνων· οὔ σʼ ἐμίανεν αἷμα, πέλεις δὲ χέρας καθαρώτερος ἢ πάρος ἦσθα.

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
