# Ποικίλη ἱστορία 6.2-3

Aelian, Ποικίλη ἱστορία, 6.2 to 6.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/6.2

ὁ Ἁρματίδου τοῦ Θεσπιέως παῖς, παραγενόμενος σύμμαχος Ἀθηναίοις μετὰ καὶ ἄλλων πολιτῶν, τὰ μὲν πρῶτα ἐμάχετο εὖ καὶ καλῶς· καταναλωθέντων δὲ αὐτοῦ τῶν ὅπλων ψιλαῖς ταῖς χερσὶ πρὸς καθωπλισμένους ἀγωνιζόμενος, εὐκλεῶς τὸν βίον ἐτελεύτα. πατρόθεν οὖν τὸν νεανίαν προσεῖπον, κυδαίνων αὐτὸν Ὁμηρικῶς. τὸ δὲ ὄνομα αὐτοῦ εἴ τῳ ἐπιμελὲς εἰδέναι, ἀλλαχόθεν εἴσεται. ὅτι Λακεδαιμόνιοι Ἰσάδαν ἔτι παῖδα ὄντα καὶ μήπω τοῦ νόμου καλοῦντος αὐτὸν ἐς ὅπλα, ὅτι ἐκ τοῦ γυμνασίου ἐκπηδήσας ἠρίστευσεν, ἐστεφάνωσαν μέν, ὅτι δὲ πρὸ τῆς ἀπαιτουμένης ἡλικίας καὶ μὴ τὰ ἐπιχώρια ἔχων ὅπλα ὥρμησεν ἐς τοὺς ἐχθρούς, ἐζημίωσαν.

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
