Ancient Greek · ~2 min
Book 6
Aelian, Ποικίλη ἱστορία 6.4
Not analysed yet
ὁ μὲν Λύσανδρος ἐτεθνήκει, ὁ δὲ τὴν θυγατέρα αὐτοῦ ἔτι ζῶντος ἐγγυησάμενος, ἐπεὶ καὶ ἡ παῖς ἐρήμη πατρὸς ἀπελείπετο, καὶ ὁ Λύσανδρος μετὰ τὴν τοῦ βίου καταστροφὴν ἀνεφάνη πένης ὤν, ὃ δὲ ἀνεδύετο ὁ ἐγγυησάμενος, οὐδὲ ἔφασκεν ἄξεσθαι γυναῖκα. ἐπὶ τούτοις οἱ ἔφοροι τὸν ἄνδρα ἐζημίωσαν· οὔτε γὰρ Λακωνικὰ ἐφρόνει οὔτε ἄλλως Ἑλληνικά, φίλου τε ἀποθανόντος ἀμνημονῶν καὶ τῶν συνθηκῶν τὸν πλοῦτον προτιμῶν.